Ἡδὺς μὲν λειμὼν καὶ παρὰδεισος, πολὺ δὲ ἡδύτερον τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις. Ἐκεῖ μὲν γάρ ἐστιν ἄνθη μαραινόμενα, ἐνταῦθα δὲ νοήματα ἀκμάζοντα· ἐκεῖ ζέφυρος πνέων, ἐνταῦθα δὲ Πνεύματος αὔρα· ἐκεῖ ἄκανθαι αἱ τειχίζουσαι, ἐνταῦθα δὲ πρόνοια Θεοῦ ἡ ἀσφαλιζομένη· ἐκεῖ τέττιγες ᾄδοντες, ἐνταῦθα δὲ προφῆται κελαδοῦντες· ἐκεῖ τέρψις ἀπὸ τῆς ὄψεως, ἐνταῦθα δὲ ὠφέλεια ἀπὸ τῆς ἀναγνώσεως. Ὁ παράδεισος ἐν ἑνὶ χωρίῳ, αἱ δὲ Γραφαὶ πανταχοῦ τῆς οἰκουμένης· ὁ παράδεισος δουλεύει καιρῶν ἀνάγκαις, αἱ δὲ Γραφαὶ καὶ ἐν χειμῶνι καὶ ἐν θέρει κομῶσι τοῖς φύλλοις, βρίθουσι τοῖς καρποῖς. Προσέχωμεν τοίνυν τῇ τῶν Γραφῶν ἀναγνώσει· ἐὰν γὰρ τῇ Γραφῇ προσέχῃς, ἐκβάλλει σου τὴν ἀθυμίαν, φυτεύει σου τὴν ἡδονὴν, ἀναιρεῖ τὴν κακίαν, ριζοῖ τὴν ἀρετήν, οὐκ ἀφίησιν ἐν θορύβῳ πραγμάτων τὰ τῶν κλυδωνιζομένων πάσχειν. Ἡ θάλασσα μαίνεται, σὺ δὲ μετὰ γαλήνης πλέεις· ἔχεις γὰρ κυβερνήτην τῶν Γραφῶν τὴν ἀνάγνωσιν τοῦτο γὰρ τὸ σχοινίον οὐ διαρρήγνυσι τῶν πραγμάτων ὁ πειρασμός.
Τετάρτη 23 Σεπτεμβρίου 2015
ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ: ΑΠΑΡΧΗ ΟΜΙΛΙΑΣ ΟΤΕ ΤΗΣ ΕΞΩ ΕΥΡΕΘΕΙΣ ΕΥΤΡΟΠΙΟΣ ΑΠΕΣΠΑΣΘΗ (πρὸς Εὐτρόπιον β)
Ἡδὺς μὲν λειμὼν καὶ παρὰδεισος, πολὺ δὲ ἡδύτερον τῶν θείων Γραφῶν ἡ ἀνάγνωσις. Ἐκεῖ μὲν γάρ ἐστιν ἄνθη μαραινόμενα, ἐνταῦθα δὲ νοήματα ἀκμάζοντα· ἐκεῖ ζέφυρος πνέων, ἐνταῦθα δὲ Πνεύματος αὔρα· ἐκεῖ ἄκανθαι αἱ τειχίζουσαι, ἐνταῦθα δὲ πρόνοια Θεοῦ ἡ ἀσφαλιζομένη· ἐκεῖ τέττιγες ᾄδοντες, ἐνταῦθα δὲ προφῆται κελαδοῦντες· ἐκεῖ τέρψις ἀπὸ τῆς ὄψεως, ἐνταῦθα δὲ ὠφέλεια ἀπὸ τῆς ἀναγνώσεως. Ὁ παράδεισος ἐν ἑνὶ χωρίῳ, αἱ δὲ Γραφαὶ πανταχοῦ τῆς οἰκουμένης· ὁ παράδεισος δουλεύει καιρῶν ἀνάγκαις, αἱ δὲ Γραφαὶ καὶ ἐν χειμῶνι καὶ ἐν θέρει κομῶσι τοῖς φύλλοις, βρίθουσι τοῖς καρποῖς. Προσέχωμεν τοίνυν τῇ τῶν Γραφῶν ἀναγνώσει· ἐὰν γὰρ τῇ Γραφῇ προσέχῃς, ἐκβάλλει σου τὴν ἀθυμίαν, φυτεύει σου τὴν ἡδονὴν, ἀναιρεῖ τὴν κακίαν, ριζοῖ τὴν ἀρετήν, οὐκ ἀφίησιν ἐν θορύβῳ πραγμάτων τὰ τῶν κλυδωνιζομένων πάσχειν. Ἡ θάλασσα μαίνεται, σὺ δὲ μετὰ γαλήνης πλέεις· ἔχεις γὰρ κυβερνήτην τῶν Γραφῶν τὴν ἀνάγνωσιν τοῦτο γὰρ τὸ σχοινίον οὐ διαρρήγνυσι τῶν πραγμάτων ὁ πειρασμός.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου